Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.14 Dem. 14.18 (English) >>Dem. 14.21

14.16ἐχόντων δʼ ὑμῶν οὕτω καὶ παρωξυμμένων, τοὺς διακοσίους καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι δισχιλίους, ὀκτακοσίους αὐτοῖς προσνείμαντας· ἐὰν γὰρ τοῦτʼ ἀποδείξητε τὸ πλῆθος, ἡγοῦμαι, τῶν ἐπικλήρων καὶ τῶν ὀρφανῶν καὶ τῶν κληρουχικῶν καὶ τῶν κοινωνικῶν καὶ εἴ τις ἀδύνατος ἀφαιρεθέντων, ἔσεσθαι χίλια καὶ διακόσια ταῦθʼ ὑμῖν σώματα. 14.17ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας εἴκοσιν, ὥσπερ νῦν εἰσιν, ἑξήκοντα σώματʼ ἔχουσαν ἑκάστην. τούτων δὲ τῶν συμμοριῶν ἑκάστην διελεῖν κελεύω πέντε μέρη κατὰ δώδεκʼ ἄνδρας, ἀνταναπληροῦντας πρὸς τὸν εὐπορώτατον ἀεὶ τοὺς ἀπορωτάτους. καὶ τὰ μὲν σώμαθʼ οὕτω συντετάχθαι φημὶ δεῖν· διʼ δʼ, εἴσεσθε, ἐπειδὰν ὅλον τὸν τρόπον τῆς συντάξεως ἀκούσητε. 14.18τὰς δὲ τριήρεις πῶς; τὸν ἅπαντʼ ἀριθμὸν κελεύω τριακοσίας ἀποδείξαντας, κατὰ πεντεκαιδεκαναΐαν εἴκοσι ποιῆσαι μέρη, τῶν πρώτων ἑκατὸν πέντε, καὶ τῶν δευτέρων ἑκατὸν πέντε, καὶ τῶν τρίτων ἑκατὸν πένθʼ ἑκάστῳ μέρει διδόντας, εἶτα συγκληρῶσαι συμμορίᾳ σωμάτων ἑκάστῃ τὴν πεντεκαιδεκαναΐαν, τὴν δὲ συμμορίαν ἑκάστῳ τῷ μέρει σφῶν αὐτῶν τρεῖς ἀποδοῦναι τριήρεις. 14.19ἐπειδὰν δὲ ταῦθʼ οὕτως ἔχονθʼ ὑπάρχῃ, κελεύω, ἐπειδὴ τὸ τίμημʼ ἐστὶ τῆς χώρας ἑξακισχιλίων ταλάντων, ἵνʼ ὑμῖν καὶ τὰ χρήματʼ συντεταγμένα, διελεῖν τοῦτο καὶ ποιῆσαι καθʼ ἑξήκοντα τάλανθʼ ἑκατὸν μέρη, εἶτα πένθʼ ἑξηκονταταλαντίας εἰς ἑκάστην τῶν μεγάλων τῶν εἴκοσι συμμοριῶν ἐπικληρῶσαι, τὴν δὲ συμμορίαν ἑκάστῳ τῶν μερῶν μίαν ἑξηκονταταλαντίαν ἀποδοῦναι,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.14 Dem. 14.18 (English) >>Dem. 14.21

Powered by PhiloLogic